38 τίμα ἰατρὸν πρὸς τὰς χρείας αὐτοῦ τιμαῖς αὐτοῦ καὶ γὰρ αὐτὸν ἔκτισεν κύριος.
2 παρὰ γὰρ ὑψίστου ἐστὶν ἴασις καὶ παρὰ βασιλέως λήμψεται δόμα.
3 ἐπιστήμη ἰατροῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ καὶ ἔναντι μεγιστάνων θαυμασθήσεται.
4 κύριος ἔκτισεν ἐκ γῆς φάρμακα καὶ ἀνὴρ φρόνιμος οὐ προσοχθιεῖ αὐτοῖς.
5 οὐκ ἀπὸ ξύλου ἐγλυκάνθη ὕδωρ εἰς τὸ γνωσθῆναι τὴν ἰσχὺν αὐτοῦ.
6 καὶ αὐτὸς ἔδωκεν ἀνθρώποις ἐπιστήμην ἐνδοξάζεσθαι ἐν τοῖς θαυμασίοις αὐτοῦ.
7 ἐν αὐτοῖς ἐθεράπευσεν καὶ ἦρεν τὸν πόνον αὐτοῦ μυρεψὸς ἐν τούτοις ποιήσει μεῖγμα.
8 καὶ οὐ μὴ συντελεσθῇ ἔργα αὐτοῦ καὶ εἰρήνη παρ' αὐτοῦ ἐστιν ἐπὶ προσώπου τῆς γῆς.
9 τέκνον ἐν ἀρρωστήματί σου μὴ παράβλεπε ἀλλ' εὖξαι κυρίῳ καὶ αὐτὸς ἰάσεταί σε.
10 ἀπόστησον πλημμέλειαν καὶ εὔθυνον χεῖρας καὶ ἀπὸ πάσης ἁμαρτίας καθάρισον καρδίαν.
11 δὸς εὐωδίαν καὶ μνημόσυνον σεμιδάλεως καὶ λίπανον προσφορὰν ὡς μὴ ὑπάρχων.
12 καὶ ἰατρῷ δὸς τόπον καὶ γὰρ αὐτὸν ἔκτισεν κύριος καὶ μὴ ἀποστήτω σου καὶ γὰρ αὐτοῦ χρεία.
13 ἔστιν καιρὸς ὅτε καὶ ἐν χερσὶν αὐτῶν εὐοδία.
14 καὶ γὰρ αὐτοὶ κυρίου δεηθήσονται ἵνα εὐοδώσῃ αὐτοῖς ἀνάπαυσιν καὶ ἴασιν χάριν ἐμβιώσεως.
15 ὁ ἁμαρτάνων ἔναντι τοῦ ποιήσαντος αὐτὸν ἐμπέσοι εἰς χεῖρας ἰατροῦ.
16 τέκνον ἐπὶ νεκρῷ κατάγαγε δάκρυα καὶ ὡς δεινὰ πάσχων ἔναρξαι θρήνου κατὰ δὲ τὴν κρίσιν αὐτοῦ περίστειλον τὸ σῶμα αὐτοῦ καὶ μὴ ὑπερίδῃς τὴν ταφὴν αὐτοῦ.
17 πίκρανον κλαυθμὸν καὶ θέρμανον κοπετὸν καὶ ποίησον τὸ πένθος κατὰ τὴν ἀξίαν αὐτοῦ ἡμέραν μίαν καὶ δύο χάριν διαβολῆς καὶ παρακλήθητι λύπης ἕνεκα.
18 ἀπὸ λύπης γὰρ ἐκβαίνει θάνατος καὶ λύπη καρδίας κάμψει ἰσχύν.
19 ἐν ἐπαγωγῇ παραμένει καὶ λύπη καὶ βίος πτωχοῦ κατὰ καρδίας.
20 μὴ δῷς εἰς λύπην τὴν καρδίαν σου ἀπόστησον αὐτὴν μνησθεὶς τὰ ἔσχατα.
21 μὴ ἐπιλάθῃ οὐ γάρ ἐστιν ἐπάνοδος καὶ τοῦτον οὐκ ὠφελήσεις καὶ σεαυτὸν κακώσεις.
22 μνήσθητι τὸ κρίμα μου ὅτι οὕτως καὶ τὸ σόν ἐμοὶ ἐχθὲς καὶ σοὶ σήμερον.
23 ἐν ἀναπαύσει νεκροῦ κατάπαυσον τὸ μνημόσυνον αὐτοῦ καὶ παρακλήθητι ἐν αὐτῷ ἐν ἐξόδῳ πνεύματος αὐτοῦ.
24 σοφία γραμματέως ἐν εὐκαιρίᾳ σχολῆς καὶ ὁ ἐλασσούμενος πράξει αὐτοῦ σοφισθήσεται.
25 τί σοφισθήσεται ὁ κρατῶν ἀρότρου καὶ καυχώμενος ἐν δόρατι κέντρου βόας ἐλαύνων καὶ ἀναστρεφόμενος ἐν ἔργοις αὐτῶν καὶ ἡ διήγησις αὐτοῦ ἐν υἱοῖς ταύρων.
26 καρδίαν αὐτοῦ δώσει ἐκδοῦναι αὔλακας καὶ ἡ ἀγρυπνία αὐτοῦ εἰς χορτάσματα δαμάλεων.
27 οὕτως πᾶς τέκτων καὶ ἀρχιτέκτων ὅστις νύκτωρ ὡς ἡμέρας διάγει οἱ γλύφοντες γλύμματα σφραγίδων καὶ ἡ ἐπιμονὴ αὐτοῦ ἀλλοιῶσαι ποικιλίαν καρδίαν αὐτοῦ δώσει εἰς ὁμοιῶσαι ζωγραφίαν καὶ ἡ ἀγρυπνία αὐτοῦ τελέσαι ἔργον.
28 οὕτως χαλκεὺς καθήμενος ἐγγὺς ἄκμονος καὶ καταμανθάνων ἔργα σιδήρου ἀτμὶς πυρὸς τήξει σάρκας αὐτοῦ καὶ ἐν θέρμῃ καμίνου διαμαχήσεται φωνῇ σφύρης κλινεῖ τὸ οὖς αὐτοῦ καὶ κατέναντι ὁμοιώματος σκεύους οἱ ὀφθαλμοὶ αὐτοῦ καρδίαν αὐτοῦ δώσει εἰς συντέλειαν ἔργων καὶ ἡ ἀγρυπνία αὐτοῦ κοσμῆσαι ἐπὶ συντελείας.
29 οὕτως κεραμεὺς καθήμενος ἐν ἔργῳ αὐτοῦ καὶ συστρέφων ἐν ποσὶν αὐτοῦ τροχόν ὃς ἐν μερίμνῃ κεῖται διὰ παντὸς ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐναρίθμιος πᾶσα ἡ ἐργασία αὐτοῦ.
30 ἐν βραχίονι αὐτοῦ τυπώσει πηλὸν καὶ πρὸ ποδῶν κάμψει ἰσχὺν αὐτοῦ καρδίαν ἐπιδώσει συντελέσαι τὸ χρῖσμα καὶ ἡ ἀγρυπνία αὐτοῦ καθαρίσαι κάμινον.
31 πάντες οὗτοι εἰς χεῖρας αὐτῶν ἐνεπίστευσαν καὶ ἕκαστος ἐν τῷ ἔργῳ αὐτοῦ σοφίζεται.
32 ἄνευ αὐτῶν οὐκ οἰκισθήσεται πόλις καὶ οὐ παροικήσουσιν οὐδὲ περιπατήσουσιν.
33 ἀλλ' εἰς βουλὴν λαοῦ οὐ ζητηθήσονται καὶ ἐν ἐκκλησίᾳ οὐχ ὑπεραλοῦνται ἐπὶ δίφρον δικαστοῦ οὐ καθιοῦνται καὶ διαθήκην κρίματος οὐ διανοηθήσονται.
34 οὐδὲ μὴ ἐκφάνωσιν παιδείαν καὶ κρίμα καὶ ἐν παραβολαῖς οὐχ εὑρεθήσονται ἀλλὰ κτίσμα αἰῶνος στηρίσουσιν καὶ ἡ δέησις αὐτῶν ἐν ἐργασίᾳ τέχνης.