chapitre précédent retour chapitre suivant

Septante – Psaumes 70

70 τῷ Δαυιδ υἱῶν Ιωναδαβ καὶ τῶν πρώτων αἰχμαλωτισθέντων ὁ θεός ἐπὶ σοὶ ἤλπισα μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.

2 ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με κλῖνον πρός με τὸ οὖς σου καὶ σῶσόν με.

3 γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με ὅτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ.

4 ὁ θεός μου ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος.

5 ὅτι σὺ εἶ ἡ ὑπομονή μου κύριε κύριος ἡ ἐλπίς μου ἐκ νεότητός μου.

6 ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής ἐν σοὶ ἡ ὕμνησίς μου διὰ παντός.

chapitre précédent retour chapitre suivant