chapitre précédent retour chapitre suivant

Septante – Job 25

25 ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει.

2 τί γὰρ προοίμιον ἢ φόβος παρ' αὐτοῦ ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ.

3 μὴ γάρ τις ὑπολάβοι ὅτι ἔστιν παρέλκυσις πειραταῖς ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ' αὐτοῦ.

4 πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου ἢ τίς ἂν ἀποκαθαρίσαι ἑαυτὸν γεννητὸς γυναικός.

5 εἰ σελήνῃ συντάσσει καὶ οὐκ ἐπιφαύσκει ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ.

6 ἔα δέ ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ.

chapitre précédent retour chapitre suivant