chapitre précédent retour chapitre suivant

Septante – Psaumes 138

138 εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ κύριε ἐδοκίμασάς με καὶ ἔγνως με.

2 σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν.

3 τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας καὶ πάσας τὰς ὁδούς μου προεῖδες.

4 ὅτι οὐκ ἔστιν λόγος ἐν γλώσσῃ μου.

5 ἰδού κύριε σὺ ἔγνως πάντα τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ' ἐμὲ τὴν χεῖρά σου.

6 ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ ἐκραταιώθη οὐ μὴ δύνωμαι πρὸς αὐτήν.

7 ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω.

8 ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν σὺ εἶ ἐκεῖ ἐὰν καταβῶ εἰς τὸν ᾅδην πάρει.

chapitre précédent retour chapitre suivant