chapitre précédent retour chapitre suivant

Septante – Psaumes 140

140 ψαλμὸς τῷ Δαυιδ κύριε ἐκέκραξα πρὸς σέ εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ.

2 κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.

3 θοῦ κύριε φυλακὴν τῷ στόματί μου καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.

4 μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις σὺν ἀνθρώποις ἐργαζομένοις ἀνομίαν καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

5 παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν.

6 κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν ἀκούσονται τὰ ῥήματά μου ὅτι ἡδύνθησαν.

7 ὡσεὶ πάχος γῆς διερράγη ἐπὶ τῆς γῆς διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην.

8 ὅτι πρὸς σέ κύριε κύριε οἱ ὀφθαλμοί μου ἐπὶ σὲ ἤλπισα μὴ ἀντανέλῃς τὴν ψυχήν μου.

9 φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.

10 πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτοῦ ἁμαρτωλοί κατὰ μόνας εἰμὶ ἐγὼ ἕως οὗ ἂν παρέλθω.

chapitre précédent retour chapitre suivant