chapitre précédent retour chapitre suivant

Septante – Psaumes 53

53 εἰς τὸ τέλος ἐν ὕμνοις συνέσεως τῷ Δαυιδ.

2 ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ σαουλ οὐκ ἰδοὺ Δαυιδ κέκρυπται παρ' ἡμῖν.

3 ὁ θεός ἐν τῷ ὀνόματί σου σῶσόν με καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με.

4 ὁ θεός εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου.

5 ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ' ἐμέ καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν διάψαλμα.

6 ἰδοὺ γὰρ ὁ θεὸς βοηθεῖ μοι καὶ ὁ κύριος ἀντιλήμπτωρ τῆς ψυχῆς μου.

7 ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου ἐν τῇ ἀληθείᾳ σου ἐξολέθρευσον αὐτούς.

chapitre précédent retour chapitre suivant