chapitre précédent retour chapitre suivant

Septante – Psaumes 95

95 ὅτε ὁ οἶκος ᾠκοδομεῖτο μετὰ τὴν αἰχμαλωσίαν ᾠδὴ τῷ Δαυιδ ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν ᾄσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ.

2 ᾄσατε τῷ κυρίῳ εὐλογήσατε τὸ ὄνομα αὐτοῦ εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ.

3 ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὴν δόξαν αὐτοῦ ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ.

4 ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς.

5 ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια ὁ δὲ κύριος τοὺς οὐρανοὺς ἐποίησεν.

6 ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.

7 ἐνέγκατε τῷ κυρίῳ αἱ πατριαὶ τῶν ἐθνῶν ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν.

8 ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ ἄρατε θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ.

9 προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ.

10 εἴπατε ἐν τοῖς ἔθνεσιν ὁ κύριος ἐβασίλευσεν καὶ γὰρ κατώρθωσεν τὴν οἰκουμένην ἥτις οὐ σαλευθήσεται κρινεῖ λαοὺς ἐν εὐθύτητι.

11 εὐφραινέσθωσαν οἱ οὐρανοί καὶ ἀγαλλιάσθω ἡ γῆ σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς.

chapitre précédent retour chapitre suivant