chapitre précédent retour chapitre suivant

Septante – Psaumes 99

99 ψαλμὸς εἰς ἐξομολόγησιν ἀλαλάξατε τῷ κυρίῳ πᾶσα ἡ γῆ.

2 δουλεύσατε τῷ κυρίῳ ἐν εὐφροσύνῃ εἰσέλθατε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει.

3 γνῶτε ὅτι κύριος αὐτός ἐστιν ὁ θεός αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς λαὸς αὐτοῦ καὶ πρόβατα τῆς νομῆς αὐτοῦ.

4 εἰσέλθατε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις ἐξομολογεῖσθε αὐτῷ αἰνεῖτε τὸ ὄνομα αὐτοῦ.

5 ὅτι χρηστὸς κύριος εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ.

chapitre précédent retour chapitre suivant